Οἱ τῆς Σίνης ἄρχοντες μέλλουσι τελευτήσειν τὸ μέγιστον τηλεσκόπιον τῆς οἰκουμένης (ἴσως, τούτου τοῦ μηχανήματος τηλεσκοπίου ὄντος, δυναίμεθα ἂν “τοῦ κόσμου“ λέγειν;)· ὅμως δὲ οὐ πάντα ῥᾴδια γίγνεται, τοῦτο γὰρ τὸ τηλεσκόπιον τοσοῦτον χῶρον καταλήψεται ὥστε δεήσει τὴν ἀρχὴν ἐνακισχιλίους ἀνθρώπους ἐκ τῶν ἑαυτῶν οἰκιῶν ἐκβαλεῖν καὶ ἄλλοθι καταστῆσαι, τούτους ὧν αἱ οἰκίαι πέντε χιλιομέτρα ἢ ἧττον απὸ τοῦ τηλεσκοπίου ἀπέχουσιν. εἶπεν δὲ περὶ τούτου ὁ τῆς ἀρχῆς φερέφωνος ὅτι δέοι μὲν τούτους τοὺς πολίτας τὸ χωρίον καταλιπεῖν τῶν ἠλεκτρομαγνητικῶν ἀκτινοβολιῶν ἕνεκα, ἡ δὲ ἀρχὴ δώσοι ἑκάστῳ τούτων τῶν πολιτῶν 1,650 εὐρῶ.
τὸ μὲν τηλεσκόπιον, πεντακόσια μέτρα ὂν τῆς διαμέτρου τὸ μῆκος, ἤρξαντο κατασκευάζειν τῷ 2011ῳ ἔτει καὶ δαπανηρότατόν ἐστιν, ἤδη γὰρ 165 ἑκατομμύρια εὐρῶ ἀνήλωσαν, ἐν νῷ δὲ ἔχουσι τελευτᾶν τῷ μηνὶ Σεπτεμβρίῳ τούτου τοῦ ἔτους. τὸ τοῦ τηλεσκοπίου ὄνομα “Φᾶστ“ ἐστιν.
0 σχόλια:
Δημοσίευση σχολίου